Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.419 Joseph. AJ 15.425 (English) >>Joseph. AJ 16.1

15.423συνεπεπτώκει γὰρ τῇ προθεσμίᾳ τοῦ περὶ τὸν ναὸν ἔργου καὶ τὴν ἡμέραν τῷ βασιλεῖ τῆς ἀρχῆς, ἣν ἐξ ἔθους ἑώρταζον, ἐς ταὐτὸν ἐλθεῖν, καὶ περισημοτάτην ἐξ ἀμφοῖν τὴν ἑορτὴν γενέσθαι. 15.424

Κατεσκευάσθη δὲ καὶ κρυπτὴ διώρυξ τῷ βασιλεῖ, φέρουσα μὲν ἀπὸ τῆς Ἀντωνίας μέχρι τοῦ ἔσωθεν ἱεροῦ πρὸς τὴν ἀνατολικὴν θύραν, ἐφʼ ἧς αὐτῷ καὶ πύργον κατεσκεύασεν, ἵνʼ ἔχῃ διὰ τῶν ὑπογέων εἰς αὐτὸν ἀνιέναι, τὸν ἐκ τοῦ δήμου νεωτερισμὸν ἐπὶ τοῖς βασιλεῦσι φυλαττόμενος. 15.425λέγεται δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν οἰκοδομουμένου τοῦ ναοῦ τὰς μὲν ἡμέρας οὐχ ὕειν, ἐν δὲ ταῖς νυξὶ γίνεσθαι τοὺς ὄμβρους, ὡς μὴ κωλυσιεργεῖν. καὶ τοῦτον τὸν λόγον οἱ πατέρες ἡμῖν παρέδωκαν, οὐδʼ ἐστὶν ἄπιστον, εἰ καὶ πρὸς τὰς ἄλλας ἀπίδοι τις ἐμφανείας τοῦ θεοῦ. τὰ μὲν οὖν περὶ τὸν ναὸν ἐξῳκοδομήθη τοῦτον τὸν τρόπον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.419 Joseph. AJ 15.425 (English) >>Joseph. AJ 16.1

Powered by PhiloLogic